25 ᾿Αδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
26 ᾿Ασπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27 ῾Ορκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.
28 ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν· ἀμήν.