1 Τί οὖν ἐροῦμεν ᾿Αβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα;
2 εἰ γὰρ ᾿Αβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾿ οὐ πρὸς τὸν Θεόν.
3 τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσε δὲ ᾿Αβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
4 τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα·