21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι.
22 διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
23 Οὐκ ἐγράφη δὲ δι᾿ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ,
24 ἀλλὰ καὶ δι᾿ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα ᾿Ιησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν,
25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.