Αποκαλυψισ Ιωαννου 7:6-12 TR1894

6 Ἐκ φυλῆς Ἀσὴρ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Νεφθαλείμ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Μανασσῆ, ιβʹ χιλιάδες εσφραγισμένοι·

7 Ἐκ φυλῆς Συμεών, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Λευΐ, ιβʹ χιλιάδες, εσφραγισμένοι· Ἐκ φυλῆς Ἰσαχάρ, ιβʹ χιλιάδες εσφραγισμένοι·

8 Ἐκ φυλῆς Ζαβουλών, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Ἰωσήφ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Βενιαμίν, ιβʹ χιλιάδες ἐσφραγισμένοι.

9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ, ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·

10 καὶ κράζοντες φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ ἀρνίῳ.

11 καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,

12 λέγοντες, Ἀμήν. ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.