18 ἀνέκραξαν δὲ παμπληθεί λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον, βεβλημένος εἰς φυλακήν.
20 πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
21 οἱ δὲ ἐπεφώνουν, λέγοντες, Σταύρωσον, σταύρωσον αὐτόν.
22 ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.
24 ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν.