2 εἶπε πρὸς αὐτούς, Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἷπον πρὸς αὐτόν, Ἀλλ’ οὐδὲ εἰ Πνεῦμα Ἅγιον ἐστιν, ἠκούσαμεν.
3 εἶπέ τε πρὸς αὐτούς, Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον, Εἰς τὸ Ἰωάννου βάπτισμα.
4 εἶπε δὲ Παῦλος, Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ’ ἔστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν.
5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.
7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.
8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.